Ο διευθυντής του περιοδικού Πειραϊκή Εκκλησία
π. Μιλτιάδης Ζέρβας
μοιράζεται σκέψεις για την Μεγάλη Τεσσαρακοστή
με τους νέους της Ιεράς Μητροπόλεως Πειραιώς.
Το πλήρες βίντεο στο κανάλι
του Γραφείου Νεότητας της Ιεράς Μητροπόλεως Πειραιώς
https://youtu.be/hIiFSbxFhuI?feature=shared
Τὴν Πέμπτη 21 Σεπτεμβρίου, 10-11 τὸ πρωῒ
στὸ Ραδιοφωνικὸ Σταθμὸ τῆς Ἐκκλησίας τῆς Ἑλλάδος
ἡ Κατερινὰ Χουζοῦρη συζητᾶ
μὲ τὸν Αἰδεσιμ. Πρωτ. Μιλτιάδη Ζέρβα, Θεολόγο
Διευθυντὴ τοῦ Περιοδικοῦ «Πειραϊκή Ἐκκλησία»
μὲ θέμα:
«Τζῶρτζ Ὄργουελ, 1984 (τὸ βιβλίο καὶ ἡ ταινία).
Ἡ τεχνολογία ὡς φυλακή.
Ὁ “Μεγάλος Ἀδελφός”,
ἡ τεχνολογία ὡς μέσο ἐπιβολῆς τοῦ αὐταρχισμοῦ» .
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός,
δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου,
καθὼς ἠδύναντο.
Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς,
τὸ φῶς σου τὸ ἀΐδιον,
πρεσβεῖαις τῆς Θεοτόκου,
φωτοδότα δόξα σοι.
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου,
ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα,
ἡ Ἐκκλησία σου στολισαμένη,
δι' αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός,
τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον,
εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι,
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἀνελήφθης ἐν δόξῃ,
Χριστὲ ὁ Θεὸς ἡμῶν,
χαροποιήσας τοὺς Μαθητάς,
τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος,
βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας,
ὅτι σὺ εἰ ὁ Υἱὸς τοῦ Θεοῦ,
ὁ λυτρωτὴς τοῦ κόσμου
Αἱ μυροφόροι γυναῖκες, ὄρθρου βαθέως,
ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ ζωοδότου,
εὗρον ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον,
καὶ αὐτὸς προσφθεγξάμενος,
αὐταῖς οὕτως ἔλεγεν·
Τί ζητεῖτε τὸν ζώντα μετά τῶν νεκρῶν,
τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ;
ἀπελθοῦσαι κηρύξατε,
τοῖς αὐτοῦ μαθηταῖς.
Εἰρήνης τὸν ἄρχοντα ἰχνηλατοῦσα σεμνή
εἰρήνης ἐπώνυμος, δι' ἐπιπνοίας Θεοῦ,
ἐδείχθης πανεύφημε∙
σὺ γὰρ τοῦ πολέμου τὰς ἐνέδρας φυγοῦσα,
ἤθλησας ὑπὲρ φύσιν ὡς παρθένος φρονίμη∙
διὸ Μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἡμῖν αἴτησαι.
Ὁ ναός σου Θεοτόκε ἀνεδείχθη παράδεισος,
ὡς ποταμοὺς ἀειζώους ἀναβλύζων ἰάματα
ὣ προσερχόμενοι πιστῶς,
ὡς Ζωοδόχου ἐκ Πηγῆς,
ρῶσιν ἀντλοῦμεν, καὶ ζωὴν τὴν αἰώνιον,
πρεσβεύεις γὰρ σὺ
τῷ ἐκ σοῦ τεχθέντι, Σωτῆρι Χριστῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κυριακή της Ορθοδοξίας
Τὴν ἄχραντον Εἰκόνα σου
προσκυνοῦμεν Ἀγαθέ,
αἰτούμενοι συγχώρησιν
τῶν πταισμάτων ἡμῶν,
Χριστὲ ὁ Θεός·
βουλήσει γὰρ ηὐδόκησας σαρκὶ
ἀνελθεῖν ἐν τῷ Σταυρῷ,
ἵνα ῥύσῃ οὓς ἔπλασας
ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ·
ὅθεν εὐχαρίστως βοῶμέν σοι·
χαρᾶς ἐπλήρωσας τὰ πάντα,
ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος
εἰς τὸ σῶσαι τὸν Κόσμον.
Απολυτίκιο Αγίου Χαραλάμπους
Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ,
καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ,
ἐδείχθης Χαράλαμπες·
ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου,
ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ,
διὸ ἐν παρρησίᾳ Χριστῷ πρέσβευε σωθῆναι ἡμᾶς.
Απολυτίκιο Οσίου Ευθυμίου του μεγάλου
Εὐφραίνου ἔρημος ἡ σὺ τίκτουσα,
εὐθύμησον ἡ οὐκ ὠδίνουσα·
ὅτι ἐπλήθυνέ σοι τέκνα,
ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος,
εὐσεβείᾳ φυτεύσας,
ἐγκρατείᾳ ἐκθρέψας,
εἰς ἀρετῶν τελειότητα.
Ταῖς αὐτοῦ ἱκεσίαις,
Χριστὲ ὁ Θεός,
εἰρήνευσον τὴν ζωὴν ἡμῶν.
Απολυτίκιο Οσίου Αντωνίου του μεγάλου
Τὸν ζηλωτὴν Ἠλίαν τοῖς τρόποις μιμούμενος,
τῷ Βαπτιστῇ εὐθεῖαις ταῖς τρίβοις ἑπόμενος,
πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής,
καὶ τὴν οἰκουμένην ἐστήριξας εὐχαῖς σου,
διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Απολυτίκιο Τιμίου Προδρόμου του Βαπτιστού
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων,
σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε,
ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος,
ὅτι καὶ ἐν ῥεῖθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον·
ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας,
χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ,
Θεὸν φανερωθέντα ἐν σαρκί,
τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου
καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Κάλαντα Φώτων
Σήμερον ’ν τὰ Φῶτα κι ὁ φωτισμὸς
καὶ χαρὰ μεγάλη κι ὁ ἁγιασμός.
Σήμερα βαφτίζεται ὁ Χριστὸς
εἰς τὸν Ἰορδάνη τὸν ποταμό.
Εἰς τὸν Ἰορδάνη τὸν ποταμὸ
κάθεται ἡ κυρά μας ἡ Παναγιὰ
μὲ τὰ θυμιατήρια στὰ δάχτυλα,
μὲ τὰ σπαργανίδια στὰ γόνατα.
Μὲ τὰ σπαργανίδια στὰ γόνατα,
μὲ τὸν Κύριό μας στὰ χέρια της
καὶ τὸν ἅγιο Γιάννη παρακαλεῖ:
Ἅγιε Γιάννη ἀφέντη καὶ Βαφτιστή…
– Ἅγιε Γιάννη ἀφέντη καὶ Βαφτιστή,
δύνασαι βαφτίσῃς Θεοῦ παιδί;
– Δύναμαι καὶ θέλω καὶ προσκυνῶ
καὶ τὸν Κύριό μου παρακαλῶ:
Ν’ ἀνεβῇ ν’ ἀνοίξῃ τοὺς οὐρανούς,
νὰ καθαγιάσῃ τὰ ὕδατα,
νὰ καταπατήσῃ τὰ εἴδωλα,
νὰ καταχωνιάσῃ τὰ βούρβουρα.
Μαρμαροκολώνα πελεκητή,
γιὰ νὰ ρίξῃ δρόσο, δροσιὰ στὴ γῆ,
νὰ δροστοῦν οἱ βρύσες καὶ τὰ νερά,
νὰ λουστῇ κι ὁ ἀφέντης μὲ τὴν κυρά.
ΕΠΩΔΟΣ:
Καλημέρα, καλημέρα,
καλή σου μέρα ἀφέντη μὲ τὴν κυρά.
Οἱ Νεοέλληνες γιορτάσαμε ἀμήχανα φέτος
τὰ 200 χρόνια ἀπὸ τὴν Ἐπανάσταση τοῦ 1821.
Στὸ τέλος τοῦ ἔτους καταθέτουμε ἕνα τραγούδι,
ἐπιστέγασμα ταπεινὸ τῆς γιορτῆς.
«Σαράντα παλληκάρια»
Διασκευή: Βαγγέλης Παπαθανασίου
Φωνή: Εἰρήνη Παπᾶ
Ἀπὸ τὸν μεγάλο δίσκο «Ὠδές» (1978)
Στὴν εἰκαστικὴ πλαισίωση ἡ εἰκονογράφιση
τῶν γεγονότων τῆς Ἑλληνικῆς Ἐπανάστασης
ἀπὸ τὸν Δημήτρη Ζωγράφο κατὰ τὶς ὑποδείξεις
τοῦ στρατηγοῦ Γιάννη Μακρυγιάννη.
Απολυτίκιο Χριστουγέννων
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν,
ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως·
ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες,
ὑπὸ ἀστέρος ἐδιδάσκοντο,
σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης,
καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν,
Κύριε δόξα σοι.
Απολυτίκιο Αγίου Ελευθερίου
Ἱερέων ποδήρει κατακοσμούμενος,
καὶ αἱμάτων τοῖς ῥεῖθροις ἐπισταζόμενος,
τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες,
Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν.
Διὸ μὴ παύσῃ πρεσβεύων,
ὑπὲρ τῶν πίστει τιμώντων,
τὴν μακαρίαν σου ἄθλησιν
Απολυτίκιο Αγίου Σπυρίδωνος
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος,
καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν·
διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς,
καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες·
καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς,
ἀγγέλους ἔσχες συλλειτουργούντας σοι Ἱερώτατε.
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ·
δόξα τῷ σὲ στεφανώσαντι·
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.